Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.89 Joseph. AJ 9.93 (English) >>Joseph. AJ 9.96

9.91ἀνακρίναντος δʼ αὐτὸν Ἀζαήλου τὴν αἰτίαν τῆς συγχύσεωςκλαίω, φησί, τὸ πλῆθος τῶν Ἰσραηλιτῶν ἐλεῶν, ὧν ἐκ σοῦ πείσεται δεινῶν· ἀποκτενεῖς γὰρ αὐτῶν τοὺς ἀρίστους καὶ τὰς ὀχυρωτάτας πόλεις ἐμπρήσεις, καὶ παιδία μὲν ἀπολεῖς προσρηγνὺς 9.92πέτραις τὰς δʼ ἐγκύους ἀναρρήξεις γυναῖκας.” τοῦ δὲ Ἀζαήλου λέγοντος· “τίνα γὰρ ἰσχὺν ἐμοὶ τηλικαύτην εἶναι συμβέβηκεν, ὥστε ταῦτα ποιῆσαι;” τὸν θεὸν ἔφησεν αὐτῷ δεδηλωκέναι τοῦθʼ, ὅτι τῆς Συρίας μέλλει βασιλεύειν. Ἀζάηλος μὲν οὖν παραγενόμενος πρὸς τὸν Ἄδερα τῷ μὲν τὰ βελτίω περὶ τῆς νόσου κατήγγελλε, τῇ δʼ ἐπιούσῃ δίκτυον ἐπιβαλὼν αὐτῷ διάβροχον τὸν μὲν στραγγάλῃ διέφθειρε, 9.93τὴν δʼ ἀρχὴν αὐτὸς παρέλαβε δραστήριός τε ὢν ἀνὴρ καὶ πολλὴν ἔχων παρὰ τῶν Σύρων εὔνοιαν καὶ τοῦ δήμου τῶν Δαμασκηνῶν, ὑφʼ οὗ μέχρι νῦν αὐτός τε Ἄδερ καὶ Ἀζάηλος μετʼ αὐτὸν ἄρξας ὡς θεοὶ τιμῶνται διὰ τὰς εὐεργεσίας καὶ τῶν ναῶν οἰκοδομίας, οἷς ἐκόσμησαν τὴν τῶν Δαμασκηνῶν πόλιν. 9.94πομπεύουσι δʼ αὐτοὶ καθʼ ἑκάστην ἡμέραν ἐπὶ τῇ τιμῇ τῶν βασιλέων καὶ σεμνύνονται τὴν τούτων ἀρχαιότητα οὐκ εἰδότες, ὅτι νεώτεροί εἰσι καὶ οὐκ ἔχοντες οὗτοι οἱ βασιλεῖς ἔτη χίλια καὶ ἑκατόν. δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ἰώραμος ἀκούσας τὴν Ἄδερος τελευτὴν ἀνέπνευσεν ἐκ τῶν φόβων καὶ τοῦ δέους διʼ αὐτὸν εἶχεν ἀσμένως εἰρήνης λαμβανόμενος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.89 Joseph. AJ 9.93 (English) >>Joseph. AJ 9.96

Powered by PhiloLogic